| GNT 1 ἐγένετο δὲ ἐν τῶ τὸν ἀπολλῶ εἶναι ἐν κορίνθῳ παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη [κατ]ελθεῖν εἰς ἔφεσον καὶ εὑρεῖν τινας μαθητάς, 2 εἶπέν τε πρὸς αὐτούς, εἰ πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες; οἱ δὲ πρὸς αὐτόν, ἀλλ᾽ οὐδ᾽ εἰ πνεῦμα ἅγιον ἔστιν ἠκούσαμεν. 3 εἶπέν τε, εἰς τί οὗν ἐβαπτίσθητε; οἱ δὲ εἶπαν, εἰς τὸ ἰωάννου βάπτισμα. 4 εἶπεν δὲ παῦλος, ἰωάννης ἐβάπτισεν βάπτισμα μετανοίας, τῶ λαῶ λέγων εἰς τὸν ἐρχόμενον μετ᾽ αὐτὸν ἵνα πιστεύσωσιν, τοῦτ᾽ ἔστιν εἰς τὸν ἰησοῦν.