| Sep 1 καὶ ἐν πᾶσι τούτοις ἡμεῖς διατιθέμεθα πίστιν καὶ γράφομεν καὶ ἐπισφραγίζουσιν πάντες ἄρχοντες ἡμῶν Λευῖται ἡμῶν ἱερεῖς ἡμῶν 2 καὶ ἐπὶ τῶν σφραγιζόντων Νεεμιας υἱὸς Αχαλια καὶ Σεδεκιας 3 υἱὸς Σαραια καὶ Αζαρια καὶ Ιερμια 4 Φασουρ Αμαρια Μελχια 5 Ατους Σεβανι Μαλουχ 6 Ιραμ Μεραμωθ Αβδια 7 Δανιηλ Γαναθων Βαρουχ 8 Μεσουλαμ Αβια Μιαμιν 9 Μααζια Βελγαι Σαμαια οὗτοι ἱερεῖς 10 καὶ οἱ Λευῖται Ἰησοῦς υἱὸς Αζανια Βαναιου ἀπὸ υἱῶν Ηναδαδ Καδμιηλ 11 καὶ οἱ ἀδελφοὶ αὐτοῦ Σαβανια Ωδουια Καλιτα Φελεϊα…