| GNT 1 καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ ἰησοῦς πάντας τοὺς λόγους τούτους, εἶπεν τοῖς μαθηταῖς αὐτοῦ, 2 οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι. 3 τότε συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως τοῦ λεγομένου καϊάφα, 4 καὶ συνεβουλεύσαντο ἵνα τὸν ἰησοῦν δόλῳ κρατήσωσιν καὶ ἀποκτείνωσιν· 5 ἔλεγον δέ, μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῶ λαῶ. 6 τοῦ δὲ ἰησοῦ γενομένου ἐν βηθανίᾳ ἐν οἰκίᾳ σίμωνος τοῦ…