| Sep 0 ψαλμὸς τῷ Σαλωμων 1 κύριε ὁ θεός αἰνέσω τῷ ὀνόματί σου ἐν ἀγαλλιάσει ἐν μέσῳ ἐπισταμένων τὰ κρίματά σου τὰ δίκαια 2 ὅτι σὺ χρηστὸς καὶ ἐλεήμων ἡ καταφυγὴ τοῦ πτωχοῦ ἐν τῷ κεκραγέναι με πρὸς σὲ μὴ παρασιωπήσῃς ἀπ᾽ ἐμοῦ 3 οὐ γὰρ λήψεταί τις σκῦλα παρὰ ἀνδρὸς δυνατοῦ καὶ τίς λήψεται ἀπὸ πάντων ὧν ἐποίησας ἐὰν μὴ σὺ δῷς 4 ὅτι ἄνθρωπος καὶ ἡ μερὶς αὐτοῦ παρὰ σοῦ ἐν σταθμῷ οὐ προσθήσει τοῦ πλεονάσαι παρὰ τὸ κρίμα σου ὁ θεός 5 ἐν τῷ θλίβεσθαι ἡμᾶς ἐπικαλεσόμεθά σε εἰς βοήθειαν καὶ σὺ οὐκ…