Uncharted Knowledge Wisdom From Previous Realities View as JSON for agents & LLMs

Bible & Christianity

Septuagint: Psalms: Psalms Chapter 11

1 εἰς τὸ τέλος ὑπὲρ τῆς ὀγδόης ψαλμὸς τῷ Δαυιδ 2 σῶσόν με κύριε ὅτι ἐκλέλοιπεν ὅσιος ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων 3 μάταια ἐλάλησεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ χείλη δόλια ἐν καρδίᾳ καὶ ἐν καρδίᾳ ἐλάλησαν 4 ἐξολεθρεύσαι κύριος πάντα τὰ χείλη τὰ δόλια καὶ γλῶσσαν μεγαλορήμονα 5 τοὺς εἰπόντας τὴν γλῶσσαν ἡμῶν μεγαλυνοῦμεν τὰ χείλη ἡμῶν παρ᾽ ἡμῶν ἐστιν τίς ἡμῶν κύριός ἐστιν 6 ἀπὸ τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ ἀπὸ τοῦ στεναγμοῦ τῶν πενήτων νῦν ἀναστήσομαι λέγει κύριος θήσομαι ἐν σωτηρίᾳ παρρησιάσομαι ἐν αὐτῷ 7 τὰ λόγια κυρίου λόγια ἁγνά ἀργύριον πεπυρωμένον δοκίμιον τῇ γῇ κεκαθαρισμένον ἑπταπλασίως 8 σύ κύριε φυλάξεις ἡμᾶς καὶ διατηρήσεις ἡμᾶς ἀπὸ τῆς γενεᾶς ταύτης καὶ εἰς τὸν αἰῶνα 9 κύκλῳ οἱ ἀσεβεῖς περιπατοῦσιν κατὰ τὸ ὕψος σου ἐπολυώρησας τοὺς υἱοὺς τῶν ἀνθρώπων