| GNT 1 εἶπεν δὲ ὁ ἀρχιερεύς, εἰ ταῦτα οὕτως ἔχει; 2 ὁ δὲ ἔφη, ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε. ὁ θεὸς τῆς δόξης ὤφθη τῶ πατρὶ ἡμῶν ἀβραὰμ ὄντι ἐν τῇ μεσοποταμίᾳ πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν χαρράν, 3 καὶ εἶπεν πρὸς αὐτόν, ἔξελθε ἐκ τῆς γῆς σου καὶ [ἐκ] τῆς συγγενείας σου, καὶ δεῦρο εἰς τὴν γῆν ἣν ἄν σοι δείξω. 4 τότε ἐξελθὼν ἐκ γῆς χαλδαίων κατῴκησεν ἐν χαρράν.