| GNT 1 ἀτενίσας δὲ ὁ παῦλος τῶ συνεδρίῳ εἶπεν, ἄνδρες ἀδελφοί, ἐγὼ πάσῃ συνειδήσει ἀγαθῇ πεπολίτευμαι τῶ θεῶ ἄχρι ταύτης τῆς ἡμέρας. 2 ὁ δὲ ἀρχιερεὺς ἁνανίας ἐπέταξεν τοῖς παρεστῶσιν αὐτῶ τύπτειν αὐτοῦ τὸ στόμα. 3 τότε ὁ παῦλος πρὸς αὐτὸν εἶπεν, τύπτειν σε μέλλει ὁ θεός, τοῖχε κεκονιαμένε· καὶ σὺ κάθῃ κρίνων με κατὰ τὸν νόμον, καὶ παρανομῶν κελεύεις με τύπτεσθαι; 4 οἱ δὲ παρεστῶτες εἶπαν, τὸν ἀρχιερέα τοῦ θεοῦ λοιδορεῖς; 5 ἔφη τε ὁ παῦλος, οὐκ ᾔδειν, ἀδελφοί, ὅτι ἐστὶν ἀρχιερεύς· γέγραπται γὰρ…