| GNT 1 ἀνὴρ δέ τις ἐν καισαρείᾳ ὀνόματι κορνήλιος, ἑκατοντάρχης ἐκ σπείρης τῆς καλουμένης ἰταλικῆς, 2 εὐσεβὴς καὶ φοβούμενος τὸν θεὸν σὺν παντὶ τῶ οἴκῳ αὐτοῦ, ποιῶν ἐλεημοσύνας πολλὰς τῶ λαῶ καὶ δεόμενος τοῦ θεοῦ διὰ παντός, 3 εἶδεν ἐν ὁράματι φανερῶς ὡσεὶ περὶ ὥραν ἐνάτην τῆς ἡμέρας ἄγγελον τοῦ θεοῦ εἰσελθόντα πρὸς αὐτὸν καὶ εἰπόντα αὐτῶ, κορνήλιε. 4 ὁ δὲ ἀτενίσας αὐτῶ καὶ ἔμφοβος γενόμενος εἶπεν, τί ἐστιν, κύριε; εἶπεν δὲ αὐτῶ, αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον…